Concern for the Corinthian Church

11 (A)I have been a fool! You forced me to it, for I ought to have been commended by you. For I was (B)not at all inferior to these super-apostles, (C)even though I am nothing. 12 (D)The signs of a true apostle were performed among you (E)with utmost patience, with signs and wonders and mighty works. 13 For in what were you less favored than the rest of the churches, except that (F)I myself did not burden you? Forgive me this wrong!

14 Here (G)for the third time I am ready to come to you. And I will not be a burden, for (H)I seek not what is yours but you. For (I)children are not obligated to save up for their parents, but (J)parents for their children. 15 (K)I will most gladly spend and be spent for your souls. If (L)I love you more, am I to be loved less? 16 But granting that (M)I myself did not burden you, I was crafty, you say, and got the better of you by deceit. 17 Did I take advantage of you (N)through any of those whom I sent to you? 18 (O)I urged Titus to go, and sent (P)the brother with him. Did Titus take advantage of you? Did we not act in the same spirit? Did we not take the same steps?

19 Have you been thinking all along that we have been defending ourselves to you? It is (Q)in the sight of God that we have been speaking in Christ, and (R)all for your upbuilding, beloved. 20 For I fear that perhaps (S)when I come I may find you not as I wish, and that you may find me not as you wish—that perhaps there may be quarreling, jealousy, anger, hostility, slander, gossip, conceit, and disorder. 21 I fear that when I come again my God may humble me before you, and I may have to mourn over many of those (T)who sinned earlier and have not repented of the impurity, (U)sexual immorality, and sensuality that they have practiced.

Read full chapter

11 Γέγονα [a]ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ [b]ὑπομονῇ, σημείοις [c]τε καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ [d]ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.

14 Ἰδοὺ τρίτον [e]τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ [f]καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. [g]εἰ περισσοτέρως ὑμᾶς [h]ἀγαπῶν, ἧσσον ἀγαπῶμαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;

19 [i]Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; [j]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως [k]ἔρις, [l]ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν [m]ἐλθόντος μου [n]ταπεινώσῃ [o]με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 τε WH NIV ] – Treg RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:13 ἡσσώθητε WH Treg NIV ] ἡττήθητε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 τοῦτο WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 καταναρκήσω WH Treg NIV ] + ὑμῶν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 εἰ WH Treg NIV ] + καὶ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 ἀγαπῶν Treg NIV RP ] ἀγαπῶ WH
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 Πάλαι WH Treg NIV ] Πάλιν RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 κατέναντι WH Treg NIV ] Κατενώπιον τοῦ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ἔρις WH NIV ] ἔρεις Treg RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ζῆλος WH Treg NIV ] ζῆλοι RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ἐλθόντος μου WH Treg NIV ] ἐλθόντα με RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ταπεινώσῃ WH NIV ] ταπεινώσει Treg RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 με WH Treg NIV ] – RP